Ancient Greek · ~6 min
Στοιχεῖον Θ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ.>
Not analysed yet
Θαφφοῦ (Jos 12, 17). πόλις ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών, ἣ γέγονε φυλῆς Ἰούδα. κεῖται καὶ ἀνωτέρω Βηθαφοῦ, ὅριον Παλαιστίνης καὶ Αἰγύπτου. |||Θανάκ (Jos . 12, 21). πόλις ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιέα αὐτῆς ἀνελών, ἣ γέγονε φυλῆς Μανασσῆ, Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστιν ἀπὸ δ΄ σημείου τῆς Λεγεῶνος. Θηνάθ (Jos 16, 6). φυλῆς Ἰωσήφ. καὶ νῦν ἐστι κώμη Θηνὰ ἀπὸ σημείων ι΄ Νέας πόλεως ἐπ’ ἀνατολάς, κατιόντων ἐπὶ τὸν Ἰορδάνην. Θαφφουέ (Jos 16, 8). <φυλῆς Ἰωσήφ. Θαφφούθ (Jos 17, 8).) φυλῆς Μανασσῆ. Θεκώ (Jos 15, 59a). καὶ νῦν Θεκωέ ἐστι παρὰ τὴν ἔρημον Αἰλίας πόλις τὸ πρὶν οὖσα φυγαδευτηρίου. ὅθεν ἦν Ἀμὼς ὁ προφήτης. Θερσά (Jos 12, 24). καὶ ταύτην εἷλεν Ἰησοῦς ἅμα τῷ βασιλεῖ αὐτῆς. Θεραμά (Jos 18, 27). φυλῆς Βενιαμίν. Θωλάδ (Jos 15, 30). φυλῆς Ἰούδα ἢ Συμεών. Θαβώρ (Jos 19, 22). ὅριον Ζαβουλών. ἔστι δὲ ὄρος ἐν τῇ πεδιάδι κείμενον ἀπὸ σημείων ι΄ Διοκαισαρείας κατὰ ἀνατολάς. τὸ δὲ αὐτὸ καὶ ὅριον ἦν φυλῆς Ἰσσάχαρ καὶ Νεφθαλείμ. Θαλχά (Jos 19, 7). φυλῆς Συμεών. νῦν ἅλα καλεῖται Ἰουδαίων μεγίστη κώμη, ὡς ἀπὸ σημείων ἲς Ἐλευθεροπόλεως ἐν τῷ Δαρωμᾶ. Θαμναθσαρά (Jos 19, 50). πόλις Ἰησοῦ τοῦ Ναυῆ ἐν τῷ ὄρει« κειμένη. αὕτη ἐστὶ Θαμνά, ἡ καὶ ἀνωτέρω κειμένη, ἐν ᾖ εἰς ἔτι νῦν δείκνυται τὸ τοῦ Ἰησοῦ μνῆμα. φυλῆς Δάν. |Θάλασσα ἡ ἁλυκή (Jos 18, 19). ἡ καλουμένη νεκρὰ καὶ ἀσφαλτῖτις, μεταξύ Ἰεριχοῦς καὶ Ζωόρων.