Ancient Greek · ~2 min
Στοιχεῖον Θ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῶν τῶν Κριτῶν.
Not analysed yet
Θαανάχ (Rieht 1, 27). οὐχ εἷλεν ταύτην ἡ φυλὴ Μανασσῆ, ὅτι μὴ τοὺς ἀλλοφύλους μετέστησεν ἐξ αὐτῆς. ἐνταῦθα δὲ τὸν Σίσαρά Ιεβόρρα πολεμεῖ. ἦν δὲ καὶ αὕτη Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστι κώμη μεγίστη ἀπέχουσα τῆς λεγεῶνος σημεῖα γ΄. Θήβης (Rieht 9, 50). πόλις ἔνα πολεμοῦντος Ἀβιμέλεχ ἀπὸ τοῦ πύργου γυνὴ κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἔρριψεν«. ἐν ὁρίοις Νέας πόλεως Θήβης ἔτι νῦν λεγομένη κώμη, ὡς ἐπὶ Σκυθόπολιν ἀπιόντων ἐπὶ τὸ τρισκαιδέκατον σημεῖον. Θαμναθά (Rieht 14, 1). κεῖται καὶ ἀνωτέρω Θαμνά. φυλῆς Δάν.