Ancient Greek · ~12 min
Στοιχεῖον E.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ.-2
Not analysed yet
Ἐμεκαχώρ (Jos 7, 26). ἑρμηνεύεται κοιλὰς Ἀχώρ, ἔνα ἐλιθοβόλησαν τὸν Ἄχαρ κλέψαντα τὸ ἀνάθεμα, |ἐφ’ οὗ καὶ τῆς προσωνυμμίας ἔτυχεν. πλησίον Ἱεριχοῦς δείκνυται εἰς ἔτι νῦν ὁ τόπος παρὰ τὴν Γάλγαλα. Εγλὼμ (Jos 10, 3; 12, 12) ἡ καὶ Ὁδολλάμ. ἦς τὸν βασιλέα Δαβεὶρ ἐπάταξεν Ἰησοῦς. φυλῆς Ἰούδα. καὶ νῦν ἐστι κώμη μεγίστη πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως, ἀπὸ σημείων ι΄. κεῖται καὶ ἀνωτέρω. Ἐνεμέκ (Jos 10, 12). Ἀ΄ Σ΄ ἐν τῇ κοιλάδι Ἐοὼρ (Jos 11, 1) ἡ καὶ Ἀσώρ. φυλῆς Ἰούδα, πρὸς τῇ ἐρήμῳ. κεῖται καὶ ἀνωτέρω. Ενακείμ (Jos 11, 21). ἐκ ταύτης Ἰησοῦς ἀνεῖλεν »τοὺς Ἐνακεὶμ ἐκ τῆς ὀρεινῆς ἐκ Χεβρών«. Ἐφρών (Jos 15, 9). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη Ἐφραΐμ μεγίστη περὶ τὰ βόρεια Αἰλίας ὡς ἀπὸ σημείων κ΄. Έδραΐ (Jos 15, 21). φυλῆς Ἰούδα. Ἐθνάν (Jos 15, 23). φυλῆς Ἰούδα. Ἐβεζιουθία (Jos 15 28). φυλῆς Ἰούδα. Εὐείν (Jos 15; 29). φυλῆς Ἰούδα. Ἐλθωλάδ (Jos 15, 30). φυλῆς Ἰούδα. >Ἐρέβ (Jos 15, 52). φυλῆς Ἰούδα. Ἐρέμινθά ἐστι νῦν κώμη ἐν τῷ Δαρωμᾷ. Ἐσσάν (Jos 15, 52). φυλῆς Ἰούδα. Ἐλούλ (Jos 15, 58). φυλῆς Ἰούδα. ************************Ἐλθεκέ (Jos 15, 59). φυλῆς ᾿Ιούδα>. καὶ νῦν ἐστι Θεκουὰ Αἰλίας> ἀπὸ σημείων ιβ΄ ἐξ ἀνατολῶν. ἔνθεν ἦν Ἀμὼς ὁ προφήτης, |οὗ καὶ τὸ μνῆμα αὐτόθι εἰς ἔτι νῦν δείκνυται. Ἑνγάδδι (Jos 15, 62). φυλῆς Ἰούδα. ἔνθα ἐκρύπτετο Δαυὶδ ἐπὶ τῆς ἐρήμου τῆς ἐν τῷ Αὐλῶνι Ἱεριχοῦς. καὶ νῦν ἐστι κώμη μεγίστη Ἰουδαίων Ἐνγάδδι, παρακειμένη τῇ νεκρᾷ θαλάσσῃ, ὅθεν τὸ ὀποβάλσαμον. κεῖται καὶ ἀνωτέρω Γάδδι. Ἐσθεμώ (Jos 15, 50). πόλις ἱερατική. καὶ νῦν ἐστι κώμη μεγίστη Ἰουδαίων ἐν τῷ Δαρωμᾷ, ὁρίου Ἐλευθεροπόλεως. ||Ἐμεκραφαείμ (Jos 18, 16). Ἀ΄ Σ΄ ἐν κοιλάδι Ῥαφαείμ. κλήρου <Βενιαμίν. Ἐδωμίμ (Jos 18, 17). κλήρου> Βενιαμίν. καὶ νῦν ἐστι κώμη ᾿Εδουμὰ ἐν τῇ Ἀκραβαττίνῃ, ὡς ἀπὸ δώδεκα σημείων πρὸς ἀνατολὰς <Νέας πόλεως. >Ἑρμᾶ (Jos 19, 4). καὶ ταύτην ἄλεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἣ γέγονε κλήρου Συμεὼν καὶ Ἰούδα. Εθερ (Jos 19, 7). κλήρου Συμεών. καὶ νῦν ἐστιν Ἰεθειρὰ μεγίστη κώμη ἐν τῷ ἐσωτέρῳ Δαρωμᾷ, παρακειμένη Μαλαάθοις. Ἐθθά (Jos 19, 13). κλήρου Συμεών. Ελκάθ (Jos 19, 25). κλήρου Ἀσήρ. πόλις Λευίταις ἀφωρισβένη. Εἰκώκ (Jos 19, 34). κλήρου Νεφθαλείμ. συνάπτει »τῷ Ζαβουλὼν ἀπὸ νότου καὶ τῷ Ἀσήρ« »κατὰ θάλασσαν‘ καὶ τῷ Ἰούδᾳ ἐξ ἀνατολῶν«. Ἐδραεί (Jos 19, 37). κλήρου Νεφθαλείμ. Ελθεκώ (Jos 19, 44). κλήρου Δάν, Λευίταις ἀφωρισμένη. |Ἐσθαόλ (Jos 19, 41). κλήρου Δάν, ἔνθεν ὡρμᾶτο Σαμψών. κὰ εἰς ἔτι νῦν ἐστιν ἀπὸ ἴ’ σημείων Ἐλευθεροπόλεως, εἰς βορρᾶν ἀπιόντων εἰς Νικόπολιν. ||Ἐλβά (Jos 19, 28). κλήρου Ἀσήρ. ταύτης οὐκ ἐξῆρεν τοὺς ἀλλοφύλους ὁ Ἀσήρ. Ἐρεμμών (Jos 19, 7). κώμη Ἰουδαίων μεγίστη ἀπὸ ἲς σημείων Ἑλευθεροπόλεως <πρὸς νότον ἐν τῷ Δαρωμᾷ>. Ἐμμαθδώρ (Jos 21, 32). κλήρου Νεφθαλείμ, Λευίταις ἀφωρισμένη. Ἐμάθ (Richt 3, 3). ὅριον τῶν ἀλλοφύλων ἐν χώρᾳ Δαμάσκου. Ἐνλεχί (Richt 15, 16. 19). Ἀ΄ σιαγών. Ἐνιακεβζήβ (Richt 7, 25).