Ancient Greek · ~5 min
Στοιχεῖον E.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀριθμῶν καὶ Δευτερονομίου.-4
Not analysed yet
Ἐμπυρισμός (Num 11, 3). τόπος τῆς ἐρήμου, ἔνθα οἱ καταλαλήσαντες τοῦ θεοῦ κατεφλέχθησαν. Ἑνθαάθ (Num 33, 26). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Εβρωνά (Num 33, 34). ἐπὶ τῆς ἐρήμου σταθμὸς τοῦ λαοῦ. Ἐμάθ (Num 13, 22). ᾖ διῆλθον οἱ περὶ τὸν ᾿Ιησοῦν κατάσκοπο. Ερμανά (Num 14, 45). ἔνθα ἐκόπη μέρος τοῦ λαοῦ ὑπὸ τοῦ ἐν τῇ ἐρήμῳ Χαναναίου καὶ τοῦ Ἀμαλήκ. τοῦτον δὲ τὸν Χαναναῖον Αμορραῖον ἐν τῷ Δευτερονομίῳ καλεῖ. |||Ἐσσεβών (Num 21, 26). »πόλις Σηὼν« τοῦ Ἀμορραίου »ἐν γῇ Γαλαάδ«, ἣν ἔλαβε πολεμήσας τὸν βασιλέα Μωάβ. μέμνηται αὐτῆς Ἠσαίας, ἐν ὁράσει τῆς Μωαβίτιδος, καὶ Ἱερεμίας. καλεῖται δὲ νῦν σοῦς, ἐπίσημος πόλις τῆς Ἀραβίας, ἐν ὄρεσι τοῖς ἀντικρὺ τῆς Ἱεριχοῦς κειμένη, ὡς ἀπὸ σημείων κ’ τοῦ Ἰορδάνου. καὶ γέγονε φυλῆς Ῥουβίν, Λευίταις ἀφωρισμένη. Ἐδραεί (Nurn 21, 33). ἔνθα ἀνῃρέθη Ὢγ βασιλεὺς Βασὰν γίγας καὶ οἱ αὐτοῦ πάντες. καὶ νῦν ἐστιν Ἀδρὰ πόλις ἐπίσημος τῆς Ἀραβίας, διεστῶσα Βόστρης σημείοις κδ΄. Ἐλεάλη (Num 32, 3). πόλις ἐν τῇ Γαλαὰδ τοῦ ᾿Αμορραίου, ἣ γέγονε φυλῆς Ῥουβίν. ἦς μέμνηται Ἠσαίας ἐν ὁράσει τῆς Μωαβίτιδος. κεῖται καὶ ἐν Ἱερεμίᾳ. καὶ σῴζεται εἰς ἔτι νῦν κώμη μεγίστη, πλεῖον ὄη μείου ἑνὸς ἀπέχουσα τῆς Ἐσβοῦς. Εννά (Num 34, 4). παράκειται τῇ ἐρήμῳ Κάδης. Ἑρμῶν (Deut 3, 9). ὄρος Ἑρμῶν, ὃ θοῖ Φοίνικες‘ ὀνομάζουσι Σανιώρ. κεῖται καὶ ἀνωτέρω.