Ancient Greek · ~13 min
Στοιχεῖον Ι.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ.-4
Not analysed yet
Ἱερουσαλήμ (Jos 10, 1). ταύτης ἐβασίλευσεν Ἀδωνιβεζέκ, καὶ μετὰ ταῦτα Ἰεβουσαῖοι, ἀφ᾿ ὧν καὶ Ἰεβοὺς ἐκαλεῖτο, οὓς ἐκβαλὼν Δαυὶδ μητρόπολιν αὐτὴν ἀποφαίνει τῆς Ἰουδαίας, διὰ τὸ ἐν αὐτῇ συστὰν ἱερὸν <******>ἐν Γενέσει Σαλήμ, ἧς ἐβασίλευσεν Μελχισεδέκ. |γέγονε δὲ κλήρου φυλῆς Βενιαμίν. Ἰεβούς (Jos 18, 28). »αὕτη ἐστὶν Ἱερουσαλήμ«. Ἰαρεῖμ (Jos 9, 17). πόλις <Γαβανιτὥν. Ἰεριμούθ (Jos 12, 11). πόλις> ἣν εἷλεν Ἰησοῦς. φυλῆς Ἰούδα, ὡς ἀπὸ σημείων <δ΄> Ἐλευεροπόλεως περὶ τὴν Ἐσθαὸλ κώμην. Ἰσιμώθ (Jos 12, 3). ἔνθα ἐκρύπτετο Δαυίδ. κεῖται καὶ ἀνωτέρω Βηθσιμοὺθ καθ᾿ ἃ δεδήλωται. ἐν δὲ τῇ πρώτῃ τῶν Βασιλειῶν ἀντὶ »τοῦ Ἰεσσεμοῦν« ὁ μὲν Ἀ΄ τῆς ἠφανισμένης, ὁ δὲ Σ΄ τῆς ἐρήμου Ἐδὼμ ἐκδεδώκασιν. Ἰεδνά (Jos 15, 23?). ἀπὸ ς΄ οημείων Ἐλευεροπόλεως ἀπιόντων ἐπὶ Χεβρών. Ἰεκκομάμ (Jos 12, 22). τοῦ Καρμήλου πόλις ἣν εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών. Ἰαείρ (Jos 13, 30). πόλις φυλῆς Μανασσῆ. Ἰαμνεία (Jos 15, 11). πόλις Ἰούδα. εἰς ἔτι νῦν πολίχνη Παλαιστίνης Ἰαμνεία μεταξὺ Διοσπόλεως καὶ Ἀζώτου. Ἰαβείρ (Jos 15, 15). πόλις γραμμάτων. φυλῆς Ἰούδα. <Ἰαγούρ (Jos 15, 21). φυλῆς Ἰούδα. >Ἰερμοῦς (Jos 15, 35). φυλῆς Ἰούδα. κώμη νῦν ἐστὶν Ἱερμοχὼς ἀπὸ σημείων ι΄ Ἐλευθεροπόλεως ἀνιόντων εἰς Αἰλίαν. Ἰεχθαήλ (Jos 15, 38). φυλῆς Ἰούδα. Ἰεφθάν (Jos 15, 43). φυλῆς Ἰούδα. Ἰεθέρ (Jos 15, 48). φυλῆς Ἰούδα, πόλις ἱερατική. καὶ ἔστι νῦν κώμη μεγίστη Ἰεθειρὰ Ι ὡς ἀπὸ σημείων κ’ Ἐλευθεροπόλεως, ὅλη Χριστιανῶν. ἐν τῷ ἔσω Δαρωμᾷ πλησίον Μαλαθῶν. κεῖται καὶ ἀνωτέρω. Ἰανούν (Jos 15, 53). φυλῆς Ἰούδα. κώμη νῦν ἐστιν Ἰανουὰ τῆς Λεγεῶνος ἀπὸ σημείων τριῶν κατὰ νότον. ἀλλ’ ἔοικεν οὐκ εἷναι ἡ δηλουμένη. Ἰεττάν (Jos 15, 55). φυλῆς Ἰούδα, πόλις ἱερατική. ἔστι νῦν κώμη μεγίστη Ἰουδαίων, Ἐλευθεροπόλεως ἀπὸ σημείων ἴη πρὸς νότον τῷ Δαρωμᾷ. <Ἰεζραέλ (Jos 15, 56). φυλῆς ᾿Ιούδα. >Ἰεζραέλ (Jos 17, 16). φυλῆς Μανασσῆ, ἄλλη. ἔστιν εἰς ἔτι νῦν ἐπισημοτάτη Ἐσδραηλὰ κώμη ἐν τῷ μεγάλῳ πεδίῳ κειμένη μεταξὺ Σκυθοπόλεως καὶ τῆς Λεγεῶνος. ἦν δὲ καὶ ὅριον Ἰσσάχαρ. ἐκαλεῖτο δὲ Ἰεζραὲλ καὶ εἷς τῶν ἀπογόνων Ἐφραθά, ὡς ἐν Παραλειπομέναις. Ἰεκδαάν (Jos 15, 56). φυλῆς Ἰούδα Ἰεφλιθί (Jos 16. 3). φιλῆς Ἰωσήφ. Ἰανώ (Jos 16, 6). φυλῆς Ἐφραΐμ. καὶ ταύτην εἷλεν ὁ βασιλεὺς Ἀσσυρίων. καὶ ἔστι νῦν κώμη Ἰανὼ ἐν τῇ Ἀκραβαττινῇ, ἀπὸ ιβ΄ σημείων Νέας πόλεως πρὸς ἀνατολάς. Ἰαμείν (Jos 17, 7). Ἀ΄ Σ΄ δεξιά. Ἰασήβ (Jos 17, 16). Ἀ΄ Σ’ τοὺς κατοικοῦντας. Ιεβλαάμ (Jos 17, 11). φυλῆς Μανασσῆ, ἀφ’ ἧς οὐκ ἐξῆρε τοὺς ἀλλοφύλους. Ἰερφήλ (Jos 18, 27). φυλῆς Βενιαμίν. |Ἰεκνάλ (Jos 19, 11). κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη. Ἰάφεθ (Jos 19, 12). κλήρου Ζαβουλών ἀνάβασίς, καλεῖται καὶ Ἰόππη. καὶ ἡ Συκάμινος δὲ ἀπιόντων εἰς Πτολεμαίδα ἀπὸ Καισαρείας κώμη πάραλος πλησίον τοῦ Καρμήλου Ἡφὰ λέγεται. Ἰεφθαήλ (Jos 19, 14). κλήρου Ζαβουλών. Ἰαδηλά (Jos 19, 15). κλήρου Ζαβουλών. Ἰερμώθ (Jos 19, 21). κλήρου Ἰσσάχαρ, πόλις ἱερεῦσιν ἀφωρισμένη. καὶ ἀνωτέρω κεῖται Ἱερμούθ. μέμνηται αὐτῆς καὶ Ὡσηέ. ||Ἰαμνήλ (Jos 19, 33). κλήρου Νεφθαλείμ. Ἱερῶν (Jos 19, 38). κλήρου Νεφθαλείμ. Ἰεθλάν (Jos 19, 42). κλήρου Δόν. Ἰηλών (Jos 19, 43). κλήρου Δάν. <Ἰούδ (Jos 19, 46) κλήρου Δάν. >Ἱερακώ (Jos 19, 46). ὕδατα κλήρου Δάν. Ἰαβεῖς Γαλαάδ (Rieht 21, 8). καὶ ταύτην ἐπολέμησαν οἱ υἱοὶ Ἰσραήλ. καὶ νῦν ἐστι κώμη πέραν τοῦ Ἰορδάνου ἀπὸ ς΄ σημείων Πέλλης πόλεως ἐπὶ τοῦ ὄρους κειμένη ἀπἰόντων <εἰς Γέρασαν>