Ancient Greek · ~6 min
Στοιχεῖον Ι.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀριθμῶν καὶ Δευτερονομίου.-5
Not analysed yet
Ἰεταβαθά (Nrnii 33, 33). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ἰαννά (Num 21, 20). οἴ ἐστιν ἐν πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου, παρὰ τὸν Ἀρνωνᾶν. Ἰεσσά (Num 21, 23). ἔνθα Σηὼν βασιλεὺς τῶν Ἀμορραίων πολεμεῖται. μέμνηται αὐτῆς καὶ Ἠσαίας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος« κεῖται καὶ ἐν τῷ Ἱερεμίᾳ. καὶ δείκνυται νῦν μεταξὺ Μηδαβῶν καὶ Δηβοῦς. Ἰαζήρ (Num 21, 32). πόλις τοῦ Ἀμορραίου ἀπὸ ι΄ σὴ μείου Φιλαδελφίας πρὸς δυσμαῖς ἐν τῇ νῦν Περαιᾳ τῆς Παλαιστίνης ὑπὲρ τὸν Ἰορδάνην, ἣ γέγονεν ὅριον φυλῆς Γάδ, παρατεῖνον »ἕως ||Ἀροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ῥαββά«. μέμνηται τῆς Ἰαζὴρ Ἠσαίας ἐν ὁράσει τῇ »κατὰ τῆς Μωαβίτιδος«, |καὶ Ἱερεμίας. ἥτις ἠν Αευίταις ἀφωρισμένη. διέστηκε δὲ τῆς Ἐσσαβῶν σημείοις ἴε ,καὶ φέρεται ἐπ’ αὐτῆς ποταμὸς μέγιστος ἐπὶ τὸν Ἰορδάνην ἐκπίπτων. Ἰορδάνης (Num 22, 1). ποταμὸς διαιρῶν τὴν Ἰουδαίαν τῆς Ἀραβίας καὶ τὸν μέχρι νεκρᾶς θαλάσσης Αὐλῶνα, ὃς καὶ ἐκπίπτων διὰ Ἱεριχοῦς ἐπὶ τὴν νεκρὰν θάλασσαν εἰς αὐτὴν ἀφανίζεται. Ἰεταβαθά (Deut 10, 7). χειμάρροι ὑδάτων«, τόπος ἐπὶ τῆς ἐρήμου. Ἱεριχώ (Deut 32, 49). πόλις ἣν κατέσκαψεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἀνθ’ ἦς ἑτέραν ἤγειρεν ὀζᾶν ἐκ Βαιθὴλ φυλῆς Ἐφραΐμ, ἣν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς ἰδίας παρουσίας ἠξίωσεν. καταβληθείσης δὲ καὶ αὐτῆς ἐπὶ τῆς πολιορκίας τῆς Ἱερουσαλὴμ διὰ τὴν τῶν ἐνοικούντων ἀπιστίαν, ἑτέρα ἐκ τρίτου συνέστη εἰς ἔτι νῦν δεικνυμένη πόλις. καὶ τῶν δύο δὲ τῶν προτέρων εἰς ἔτι νῦν τὰ ἴχνη σῴζεται.