Ancient Greek · ~6 min
Στοιχεῖον Κ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ.-5
Not analysed yet
Καψεήλ (Jos 15, 21). φυλῆς Ἰούδα. |Κινά (Jos 15, 22). φυλῆς Ἰούδα. Κεειλά (Jos 15, 44). φυλῆς Ἰούδα. <ἔνθα> ἐκαθέσθαη Δαυίδ. καὶ εἰς ἔτι νῦν κώμη Κηλὰ πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως ἀπιόντων εἰς Χεβρών, ὡς ἀπὸ σημείων η΄· καὶ τὸ μνῆμα Ἀμβακοὺμ τοῦ προφήτου αὐτόθι δείκνυται. Καριαθβαάλ (Jos 15, 60). αὕτη πόλις Ἰαρεὶμ φυλῆς Ἰούδα. Κανά (Jos 16, 8). φυλῆς Ἐφραΐμ. <Καβσαείμ (Jos 21, 22). φυλῆς Ἐφραΐμ. >Κανέ (Jos 17, 9). φυλῆς Μανασσῆ. Καριαθιαρεὶμ (Jos 18, 14) ἡ καἰ Καριαθβαάλ ἡ καὶ πόλις Ἰαρείμ. μία τῶν Γαβαωνιτῶν, φυλῆς Ἰούδα, μεταξὺ Αἰλίας καὶ Διοσπόλεως. ἐπὶ τῆς ὁδοῦ κειμένη ἀπὸ σημείων θ΄ Αἰλίας. ἐντεῦθεν ἠν Οὐρίας ὁ προφήτης, ὃν ἀνεῖλεν Ἰωακεὶμ ἐν Ἱερουσαλήμ, ὡς ἐν Ἱερεμίᾳ. ἐκαλεῖτο δὲ Καριαθιαρεὶμ καὶ ὁ υἱὸς τοῦ Σωβάλ, ὡς ἐν Παραλειπομέναις. Κισών (Jos 19, 20). κλήρου Ἰσσάχαρ, πόλις Λευίταις ἀφωρισμένη. Καρθά (Jos 21, 34). πόλις Ζαβουλών, Λευίταις ἀφωρισμένη. Καττά (Jos 19, 15). κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη. Κανά (Jos 19, 28). ἕως Σιδῶνος τῆς μεγάλης, κλήρου Ἀσήρ. |ἐν ταύτῃ ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς τὸ ὕδωρ εἰς ἄνου φύσιν μετέβαλεν. ἐντεῦθεν δὲ ἢν καὶ Ναθαναήλ καὶ ἔστιν ἐν τῇ Γαλιλαία τῶν ἐθνῶν. Κάδες (Jos 19, 37). κλήρου Νεφθαλεὶμ πόλις ἱερατική, τὸ πρὶν οὖσα φυγαδευτήριον ἐν τῇ Γαλιλαίᾳ ἐν τῶ ὄρει Νεφθαλείμ«. καὶ ταύτην εἷλεν ὁ »βασιλεὺς Ἀσσυρίων«. αὕτη ἐστὶν Κυδισσός, ἀπέχουσα Τυροῦ σημείοις κ', παρακειμένη Πανεάδι. ||Καρθάμ (Jos 21, 32). πόλις φυλῆς Νεφθαλείμ, Λευίταις ἀφωρισμένη.