Ancient Greek · ~7 min
Στοιχεῖον Κ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-9
Not analysed yet
Καρναείμ (Gen 14, 5). Ἀσταρὼθ Καρναείμ. ἔστι νῦν κώμη μεγίστη τῆς Ἀραβίας, ἥτις ἐστὶν ἡ Καρναία λεγομένη, ἐπέκεινα τοῦ Ἰορδάνου. ἔνθα ὡς ἐκ παραδόσεως τοῦ Ἰὼβ τὸν οἶκον ἐπιδει||κνύου ἐστι δὲ καὶ ἄλλη ἐν ὁρίοις Αἰλίας Καρναία λεγομένη κώμη. Κάκης (Gen 14, 7). ἔνθα ἡ πηγὴ »τῆς κρίσεως«. Κάδης Βαρνῆ (Num 32, 8). ἔρημος ἡ παρατείνουσα Πέτρᾳ πόλει τῆς Ἀραβίας, ἔνθα ἀν’ ἀναβᾶσα ἐτελεύτησεν Μαριάμ, καὶ Μωüσῆς διστάσας παίει τὴν πέτραν καὶ <ὕδωρ> παρέχει διψῶντι τῴ λαῷ. εἰς ἔτι νῦν τὸ νῆα τῆς Μάριας αὐτόθι. ἔνθα καὶ τοὺς ἄρχοντας Ἀμαλὴκ« κατ’ ἔκοψε Χοδολλαγόμωρ. Κενáξ (Gen 36, 11). χώρα ἡγεμόνων Ἐδώμ. Καριαθαείμ (Num 32, 37). πόλις ἣν ᾠκοδόμησαν »οἱ υἱοὶ Ῥουβίν. «|καὶ νῦν ἐστιν ὅλη Χριστιανῶν κώμη, παρὰ Μηδαβὰν πόλιν τῆς Ἀραβίας, λεγομένη Καραιάθα, ἀπὸ ι΄ σημείων τῆς Μηδαβῶν πρὸς δυσμὰς ἐπὶ τὸν Βάρην. Καριαθαρβώ (Gen 23, 2). »αὕτη ἐστὶ Χεβρών«. κεῖται καὶ ἀνωτέρω. Κανáθ (Num 32, 42). κώμη τῆς Ἀραβίας εἰς ἔτι <νῦν Καναθὰ> καλουμένη, ἣν <ἑλὼν ὁ Ναβαῦ> ὠνόμασεν Ναβώθ, καὶ γέγονε Μανασσῆ. κεῖται δὲ εἰς ἔτι καὶ νῦν ἐν τῷ τραχῶνι πλησίον Βόστρων. Κατὰ τὰ Χρυοέa (Deut 1, 1). ὄρη ἐστὶ χρυσοῦ ψηγμάτων ἔμπλεα ||ἐπὶ τῆς ἐρήμου, ία ἡμερῶν <ὁδὸν> ἀπέχοντα τοῦ παρ’ οἶς Μωüσῆς τὸ Δευτερονόμιον γράφει. λέγεται δὲ ἐν Φαινὼ χαλκοῦ μετ’ ἄλλοις τὸ παλαιὸν παρακεῖσθαι ὄρη χρυοοῦ μετάλλων. Καδημώθ (Deut 2, 26). ἔρημος ἐξ ἦς πρέσβεις ἀπέστειλε Μωüσῆς »πρὸς Σηών«. Καριάθ (Jos 9, 23). πόλις ὑπὸ μητρόπολιν Γαβαών. Κάδες (Jos 12, 22). πόλις ἣν εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών. ἣ γέγονε φυλῆς Ἰούδα. Καδημώθ (Jos 13, 18). πόλις τῶν υἱῶν Ῥουβίν. <Κεδσών (Jos 21. 37). φυλῆς Ῥουβίν> Λευίταις ἀφωρισμένη.