Ancient Greek · ~11 min
Στοιχεῖον Σ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-14
Not analysed yet
Σιδῶν (Gen 10, 15). πόλις ἐπίσημος Φοινίκης ὅριον δὲ ἦν τὸ παλαιὸν τῶν Χαναναίων βόρειον, ὕστερον δὲ τῆς Ἰουδαίας, ἐπεὶ καὶ αὕτη γέγονε τῆς κληρονομίας τοῦ Ἰσραήλ. φυλὴ γοῦν Ἀσὴρ κεκλήρωτο, ἀλλ’ οὐκ ἐξῆρεν‘ αὐτῆς τοὺς ἀλλοφύλους ἡ φυλὴ Ἀσήρ, φησὶν ἡ γραφή. Σενναάρ (Gen 11, 2 ὖ.) . πεδίον Βαβυλῶνος, ἔνθα ὁ πύργος ᾠκοδομήθη. ἀφ’ ἦς ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευῆ«. μέμνηται δὲ αὐτῆς καὶ Ἰώσιππος λέγων οὕτως ἐν τῇ πρώτῃ τῆς ἀρχαιολογίας· »περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος λέγων οὕτως· τῶν δὲ ἱερέων τοὺς διασωθέντας, τοῦ Ἐνυαλίου Δῖός ἱερώματα λαβόντας, εἰς Σενναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν«. Συχὲμ (Gen 12, 6) ἡ καὶ Σίκιμα ἢ καὶ Σαλήμ. πόλις Ἰακὼβ |νῦν ἔρημος. δείκνυται δὲ ὁ τόπος ἐν προαστείοις Νέας πόλεως, ἔνθα καὶ ὁ τάφος δείκνυται τοῦ Ἰωσήφ, καὶ παράκειται. καθεῖλεν δὲ αὐτὴν Ἀβιμέλεχ »καὶ ἔσπειρεν αὐτὴν ἅλας‘, ὡς ἐν κριταῖς. ἤγειρε δὲ αὐτὴν Ἱεροβοάμ, ὡς ἐν Βασιλείαις. κεῖται ἐν ὁρίοις κλήρου Ἐφραΐμ. Συχὲμ δὲ καὶ υἱὸς Ἐμμὼρ ἐκαλεῖτο, ἀφ’ οὗ καὶ ὁ τόπος. ἦν δὲ καὶ Συχὲμ ἐν τῷ ὄρει Ἐφραΐμ, πόλις φυγαδευτηρίου. Σενναάρ (Gen 14, 1). ὅθεν ἦν <Ἀμαρφὰλ> ὁ πολεμήσας τοὺς ἀμφὶ τὴν Σόδομα. Σόδομα (Gen 14, 2). πόλις ἀσεβῶν ἀβδρῶν, ἀφανισθεῖσα περὶ τὴν νεκρὰν θάλασσαν. Σεβωείμ (Gen 14, 2). πόλις ἀσεβῶν περὶ τὴν Σοδομῖτιν ἀφανισθεῖσα. Σωφειρά (Gen 10, 30). »ὂρος ἀνατολῶν« πρὸς τῇ Ἰνδικῇ, παρ’ ὣ κατῴκησαν υἱοὶ Ἰεκτὰν υἱοῦ Ἐβέρ, οὕς φησιν Ἰώσιππος «ἀπὸ Κωφῆνος ποταμοῦ τῆς τε Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας« κατασχεῖν. ἐντεῦθεν δὲ καὶ τῷ Σολομῶνι ἡ ναῦς καὶ τὸν φόρτον διὰ τριετοῦς ἐκόμιξεν χρόνου. Σοορά (Gen 14, 2). πόλις τῆς περιχώρου Σοδόμων, ἣ καὶ Σιγὼρ ὀνομάζεται καὶ Ζορρά. Σαυῆ (Gen 14, 5). πόλις ἀρχαία, ἐν ᾗ ᾤκουν οἱ Ἀμορραῖοι, ἔθνος, ὑπὲρ τὴν Σοδομῖτινλ οὓς ἀνεῖλε Χοδολλαrόμωρ. ||Σηείρ (Gen 14, 6). ὄρος γῆς Ἐδώμ, ἔνθα ᾤκει Ἡσαῦ, ὲν τῇ Γεβαληνῇ, ἀπὸ Ἡσαῦ κληθεῖσα· τετρίχωτο γάρ, ὅλος δασὺς ὤν, τρι- χωτὸς δὲ ἑρμηνεύεται Σηείρ. λέγει δὲ ἡ γραφὴ ὅτι καὶ πρὸ τοῦ Ἡσαῦ ὁ οἰκῶν τὸν τόπον Χορραῖος Σηεὶρ ἐκαλεῖτο, ὃν ἀνεῖλε Χοδολλαγόμωρ. μέμνηται τῆς Σηεὶρ καὶ Ἡσαΐας ἐν ὁράσει »τῆς Ἰδουμαίας«. Σαλήμ (Gen 14, 18). πόλις Σικίμων, ἥτις ἐστὶ Συχέμ, ὥς φησιν ἡ γραφή. ἔστι δὲ καὶ ἄλλη κώμη <*****Σούρ (Gen 16, 7). *******************Σηγώρ (Gen 19, 22). **********εἰς ἔτι νῦν διαμένει. μέμνηται αὐτῆς Ἠσαίας ἐν ὁράσει τῇ κατὰ τῆς Μωαβίτιδος«. Σκηναί (Gen 33, 17). οὐτ’ ἐσκήνωσεν Ἰακώβ, ἐπανελθὼν ἐκ Μεσοποταμίας.