Ancient Greek · ~4 min
|| Στοιχεῖον Δ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-3
Not analysed yet
Δασέα (Gen 10, 12). πόλις Ἀσσυρίων μεγίστη, ἣν ᾠκοδόμησεν Ἀσσούρ, »ἀνὰ μέσον Νινευῆ καὶ Χαλάχ«. Δρῦς Μαμβρῆ (Gen 13, 18). ἡ πρὸς τῇ Χεβρὼν εἰς ἔτι νῦν δεικνυμένη τερέβινθος, ἔνθα ἐσκήνου Ἁβραάμ, ἣ καὶ ὑπὸ τῶν ἐθνῶν θρησκεύεται. Δαμασκός (Gen 15, 2). πόλις ἐπίσημος Φοινίκης. οὕτω δὲ καὶ »τῆς Μασὲκ οἰκογενοῦς‘ τοῦ Ἁβραὰμ υἱὸς ἐκαλεῖτο. Δάν (Gen 14, 14). οὕτω κάλου μένη κώμη, Πανεάδος ἀπὸ σημείων δ’ κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Τυρὸν, ἥτις καὶ ὅριον τῆς Ἰουδαίας ὑπῆρχεν, |ἔνθεν καὶ ὁ Ἰορδάνης ἔξεισιν. Δαναβᾶ (Gen 36, 32). πόλις Βαλὰκ υἱοῦ Βεὼρ βασιλέως Ἐδώμ, μεθ’ ὃν ἐβασίλευσεν Ἰώβ. καὶ ἔστι νῦν κώμη Δαννεὰ ἀπὸ η΄ σημείων <Ἀρεοπόλεως ἀπιόντων εἰς τὸν Ἀρνωνᾶν, καὶ ἄλλη Δαναβᾶ ἐπὶ τοῦ ὄρους Φογὼρ ἀπὸ σημείων> ζ΄ τῆς ᾿Εσβοῦς. Δωθαείμ (Gen 37. 17). ἔνθα εὗρεν Ἰωσὴφ τοὺς ἀδελφοὺς νέμοντας. διαμένει ἐν ὁρίοις Σεβαστῆς, ἀπέχει δὲ αὐτῆς σημείοις ιβ΄ ἐπὶ τὰ βόρεια μέρη.