Ancient Greek · ~5 min
|| Στοιχεῖον Β.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὼ τῶν Κριτῶν.
Not analysed yet
Βεζέκ (Richt 1, 4), πόλις Ἀδωνιβεζέκ. καὶ νῦν εἰσι κῶμαι β΄ Βεζέκι ἀλλήλων πλησίον, Νέας πόλεως ἀπέχουσαι σημείοις ἲξ κατιόντων ἐπὶ Σκυθόπολιν. Βηθσάν (Richt 1, 27). ταύτης »οὐκ ἐξῆρέ τοὺς ἀλλοφύλους ἡ φυλὴ Μανασοῆ. αὕτη ἐστὶ Σκυθόπολις, ἐπίσημος Παλαιστίνης πόλις. καλεῖ δὲ αὐτὴν ἡ γραφὴ καὶ οἶκον Σάν, ὅπερ ἐστὶν »οἶκος ἐχθροῦ«. Βηθσαμές (Richt 1, 33). πόλις ἱερατική, φυλῆς Βενιαμίν. καὶ ἔστιν εἰς ἔτι νῦν ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις ι΄ πρὸς ἀνατολὰς μεταξὺ Νικοπόλεως. Βαθμά (Richt 1, 33). κλήρου Νεφθαλείμ. οὐδὲ ταύτης ἐξῆρεν τοὺς ἀλλοφύλους. <Βηθοαμὲς (Richt 1, 33) ἄλλη, φυλῆς Νεφθαλείμ. οὐδὲ ταύτης ἐξῆρεν τοὺς ἀλλοφύλους. >Βααλερμών (Richt 3, 3). ὄρος παρὰ τὸν Λίβανον, ὅριον τῶν ἀλλοφύλων. Βαλέθ (Jos 19, 44). κλήρου Δάν. Βεθβηρά (Richt 7, 24). ὕδωρ ὃ προκατελάβετο Γεδεών. Βηθαοεττά (Richt 7, 22). ἔνθα ἔφυγε Μαδιάμ. Βάλανος Σικίμων (Richt 9, 6). ἔνθα ἐβαοίλευσεν Ἀβιμέλεχ. δείκνυται ἐν προαστείοις Νέας πόλεως ἐν τῷ τάφῳ Ἰωσήφ. ||Βορκοννείμ (Richt 8, 7. 16). Ἀ΄ τραγακάνθας, Σ΄ τριβόλους. Βηρά (Richt 9, 21). ἔνθα φυγὼν Ἀβιμέλεχ Ἰωάθαμ κατῴκησεν. ἀπέχει ἡ κώμη Ἐλευθεροπόλεως σημείοις η΄ |ἐν τοῖς βπρεόπος. Βααλθαμάρ (Richt 20, 33). πλησίον Γαβά. ἔνθα παρετάξαντο οἱ υἱοὶ Ἰσραὴλ εἰς πόλεμον τῇ φυλῇ Βενιαμίν. καὶ καλεῖται ἐν τοῖς τόποις εἰς ἔτι Βηθθαμάρ.