Ancient Greek · ~18 min
|| Στοιχεῖον Β.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ..1
Not analysed yet
Βουνὸς ἀκροβυότιῶν (Jos 5, 3). τόπος ἐν Γαλγάλοις, ἐν ᾧ περιέτεμεν Ἰησοῦς τὸν λαόν ὡς ἀπὸ δύο σημείων Ἱεριχοῦς, ἔνθα δείκνυται εἰς ἔτι νῦν οἱ λίθοι, οὓς ἤνεγκαν ἀπὸ τοῦ Ἰορδάνου. Βηθωρών (Jos 10, 10). ἔνθα κατεδίωξεν Ἰησοῦς τοὺς βασιλεῖς, ἣ γέγονεν υἱῶν Ἰωσήφ, τοῦ Ἐφραΐμ. καί εἰσι κῶμαι β΄ ὡς ἀπὸ σημείων Αἰλίας ιβ΄ ἐπὶ τὴν εἰς Νικόπολιν ὁδόν, ὧν ἡ μὲν καλεῖται Βηθωρὼν ἡ ἀνωτέρα, ἣν ᾠκοδόμησε Σολομὼν, ἡ δὲ κατωτέρα Λευίταις ἀφωρισμένη. Βαρνή (Jos 10, 41). <ἡ> αὐτή ἐστι τῇ Κάδης Βαρνῆ; ἐρήμῳ παρατεινούσῃ Πέτρᾳ πόλει. Βααλγάδ (Jos 11, 17). πόλις ἐν τώ πεδίῳ »τοῦ Λιβάνου, ὑπὸ ὄρος τὸ Ἀερμών«. ἣν καὶ αὐτὴν ἀνεῖλεν Ἰησοῦς. Βεθφογόρ (Jos 13, 20). πέραν τοῦ Ἰορδάνου, πόλις υἱῶν Ῥουβίν, πλησίον τοῦ Φογὸρ ὄρους, ἀπέναντι Ἱεριχώ, ἀνωτέρω Λβιάδος σημείων ς΄. |Βηθασιμούθ (Jos 12, 3). τόπος τῆς Ἰσιμοῦθ, <ἔστι δὲ εἰς ἔτι νῦν κώμη Ἰσιμοὺθ> ἀντικρὺ Ἱεριχοῦς ἀπὸ μιλίων ι΄ πρὸς νότον παρακειμένη τῇ νεκρᾷ θαλάσσῃ. ||Βηρώθ (Jos 9, 23). ὑπὸ τὴν Γαβαών. καὶ ἔστι νῦν κώμη πλησίον Αίλίας κατιόντων ἐπὶ Νικόπολιν ἀπὸ ζ΄ σημείων, ||Βοτνία (Jos 13, 26) ἡ καὶ Ποτεείν. πέραν τοῦ Ἰορδάνου, πόλις φυλῆς Γάδ. καὶ εἰς ἔτι νῦν ὁμοίως ἐν τοῖς τόποις χρηματίξει. <Βηθαράμ (Jos 13, 27). πόλις φυλῆς Γάδ, πλησίον τοῦ Ἰορδά>νου· Βηθραμφθὰ παρὰ Ἀσσυρίοις. αὕτη δέ ἐστιν ἡ νῦν καλουμένη Λιβιάς. Βηθνεμρά (Jos 13. 27). πέραν τοῦ Ἰορδάνου, πόλις φυλῆς Γὰδ, πληοίον Λιβιάδος. B<ηθαγλά (Jos 15, 6). φυλῆς Ἰούδα>. κώμη ἐστὶ σημείῳ κατιόντων εἰς Γάζαν Ἀγλα’ καλουμένη. καὶ ἄλλη Βηθαγλαὶμ ἀπὸ η΄ οημείων παράλιος. <Βηθαραβά (Jos 15, 6). φυλῆς Βαάλ (Jos 15, 9). »οὕτη ἐστὶ Καριαθιαρεὶμ, πόλις Ἰαρείμ«, φυλῆς Ἰούδα. καὶ ἒστι κατιόντων ἀπὸ Αἰλίας εἰς Διόσπολιν κώμη Καριαθιαρεὶμ ὡς ἀπὸ σημείων ι΄. Βααλὰ (Jos 15, 11) ἡ καὶ Βαλά. φυλῆς Ἰούδα. Βαλώθ (Jos 15, 24). φυλῆς Ἰούδα. Βηρσαβεέ (Jos 15, 28; 9, 2). φυλῆς Ἰούδα καὶ Συμεών, ἔτι καὶ νῦν ἐστι κώμη μεγίστη ἀπέχουσα Χεβρὼν σηβείοις κ΄ πρὸς νότον, έν ᾖ καὶ φρούριον στρατιωτῶν ἐγκάθηται· ὅθεν ἀρχὰς εἶχεν τὰ ὅρια τῆς Ἰουδαίας, παρατείνοντα ἐπὶ Δὰν τὴν πλησίον Πανεάδος. ἑρμηνεύεται δὲ Βηρσαβεέ <φρέαρ ὁρκισμοῦ> ἀπὸ τῆς Ἀβραὰμ καὶ Ἰσαὰκ πρὸς τὸν Ἀβιμελὲχ ὁρκωμοσίας. οὐ χρὴ δὲ ταράττεσθαι ἐπὶ τῷ τὰς Ἰούδα λεγομένας πόλεις τὰς αὐτὰς εὑρίσκεσθαι ἤτοι Συμεὼν ἢ Βενιαμίν. ἐπειδὴ γὰρ ἡ τοῦ Ἰούδα φυλὴ προκατῆρχεν ἐν τοῖς πολέμοις, εἰκότως αὐτῇ μὲν διὰ τὰ κατορθώματα ἡ τῆς χώρας ἐπεγράφετο κτῆσις, ἐν δὲ τῇ διανομῇ τῶν κλήρων καὶ εἰς ἑτέρας μετεδίδοτο φυλάς. ἐπισημαίνεται δὲ σαφῶς ἡ γραφὴ ὅτι κατῴκησε Συμεὼν ἐν μέσῳ φυλῆς Ἰούδα. Βαλαάμ (Jos 15, 29). φυλῆς Ἰούδα. Βασκώθ (Jos 15, 39). φυλῆς Ἰούδα. Βηθδαγών (Jos 15, 41). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη μεγίστη Κεπαραδαγὼν μεταξὺ Διοσπόλεως καὶ Ἰαμ<νίας>. |Βηθαλώθ (Jos 15. 59). φυλῆς Ἰούδα. Βηθαφοῦ (Jos 15, 53). φυλῆς Ἰούδα. κώμη ἐπέκεινα Ῥαφίας σημείοις ἰδ’ εἰσιόντων εἰς Αἴγυπτον, ἣ καὶ ὅριόν ἐστι παλαιστίνης. <Βηθα>ραβά (Jos 15, 61). <Σ΄ ἐν τοῖς> περὶ τὴν ἀοίκητον. Βεεσθαρά (Jos 21, 27). φυλῆς Μανασσῆ, Λευίταις ἀφωρισμένη »ἐν τῇ Βασανίτιδι«. Βηθαῦν (Jos 18, 12). φυλῆς Βενιαμίν, πλησίον τῆς Γαῖ <καὶ> τῆς Βεθήλ, ἔναντι Μαχμάς. <Βαλιλώθ (Jos 18, 17). φυλῆς Βενιαμίν. >Βεθσούρ (Jos 15, 58). φυλῆς Ἰούδα ἢ Βενιαμίν. καὶ ἔστι νῦν κώμη Βηθσωρὼ ἀπιόντων ἀπὸ Αἰλίας εἰς Χεβρὼν ἐν κ΄ σημείῳ, ἔνθα καὶ πηγὴ ἀπὸ ὄρους ἐξιοῦσα δείκνυται, ἐν ᾗ λέγεται ὁ εὐνοῦχος Κανδάκης βεβαπτίσθαι ὑπὸ Φιλίππου. ἔστι δὲ καὶ ἄλλη Βεθσούρι φυλῆς Ἰούδα, Ἐλευθεροπόλεως <ἀπέχουσα σημεῖον ἕν>. Βοόν (Jos 18, 17). φυλῆς Βενιαμίν. <Βηθαλών (Jos 18, 19). φυλῆς Βενιαμίν. >Σ΄ εἰς τὴν πεδιάδα. Βηθαγλά (Jos 18, 19. 21). φυλῆς Βενιαμίν. <Βηρώθ (Jos 18, 25). φυλῆς Βενιαμίν. >Βολά (Jos 19, 3). κλήρου Συμεών. Βαθούλ (Jos 19, 4). κλήρου Συμεών. <Βήθ (Jos 19, 5). κλήρου Συμεών. >Βααλέθ (Jos 19, 8). κλήρου Συμεών. Βηραμμὠθ (Jos 19, 8). κλήρου Συμεών. <Βηθλαβαώθ (Jos 19, 6). κλήρου Συμεών. >Βηθλεέμ (Jos 19, 15). κλήρου Ζαβουλών. ἑ ἐστὶν αὕτη τῆς ιούδα. Βηθφάσις (Jos 19, 21). φυλῆς Ἰσοάχαρ. |Βατναί (Jos 19, 25). φυλῆς Ἀσήρ, καὶ νῦν καλεῖται κώμη Βεθβετέν, ἀπὸ ὀγδόου σημείου Πτολεμαΐδος εἰς ἀνατολάς. Βηθδαγών (Jos 19, 27). συνάπτει »τῷ Ζαβουλών«, κλήρου Ισσάχαρ. Βηθαεμέκ (Jos 19, 27). Σ΄ τὴν κοιλάδα. κλήρου Ἀσήρ. Βηθαναθά (Jos 19, 38). φυλῆς Νεφθαλείμ. καὶ ἔστι κώμη Βαταναία ἀπὸ ἴε σημείων Καισαρείας, ἐν ᾑ λέγεται εἶναι λουτρὰ ἰάσιμα. κεῖται δὲ καὶ ἀνωτέρω Ἀναία. Βάνη (Jos 19, 45). φυλῆς Δόν. Βαρακαί (Jos 19, 45). φυλῆς Δάν. εἰς ἔτι νῦν περὶ τὴν Ἂζωτόν τόν ἐστι κώμη Βάρκα.