Ancient Greek · ~7 min
|| Στοιχεῖον Β.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀριθμῶν καὶ Δευτερονομίου.
Not analysed yet
Βανηϊακάν (Nnra 33, 31 f.) . ἐπὶ τῆς ἐρήμου σταθμὸς τῆς πορείας τοῦ λαοῦ. Βαμώθ (Num 21, 19). πόλις τοῦ Ἀμορραίου πέραν τοῦ Ἰορδάνου ἐν τῷ Ἀρνωνᾷ, ἣν ἔλαβον υἱοὶ Ῥουβίν. Βασάν (Num 21, 33). Ὢγ βασιλέως Βασάν, ἣν »ὁ Μαχαθὶ ἐπωνόμασεν ||Αὐὼθ Ἰαείρ«, ἣν ἔλαβεν φυλὴ Μανασσῆ, κειμένη ἐν τῇ Γαλαάδ. αὕτη ἐοτὶ Βασανῖτις, ἡ νῦν καλουμένη Βαταναία. Βεελφεγώρ (Num 25, 3). ἑρμηνεύεται »εἶδος ἀσχημοσύνης«. ἔστι δὲ εἴδωλον Μωάβ, ὁ ἐστι Βαὰλ ἐπὶ τοῦ Φο|γὼρ ὄρους. Βαιάν (Num 32. 3). πόλις τοῦ Ἀμορραίου. καὶ αὐτὴν ἔλαβον οἱ υἱοὶ Ῥουβίν. Βηθναμράν (Num 32, 36). πέραν τοῦ Ἰορδάνου. ἣν ᾠκοδόμησεν φυλὴ Γάδ. καὶ ἔστι νῦν κώμη Βηθναμβρὶς ὡς ἀπὸ σημείων ε΄ Λιβιάδος ἐν βορείοις. <Βηθαρράν (Num 32, 36). πέραν τοῦ Ἰορδάνου, ἣν ᾠκοδόμησεν φυλὴ Γάδ. >Βεελμεών (Num 32, 38). πέραν τοῦ Ἰορδάνου, ἣν ᾠκοδόμησαν οἱ υἱοὶ Ῥουβίν. κώμη μεγίστη πλησίον Βααροῦ τῶν θερμῶν ὑδάτων ἐστὶ τῆς Ἀραβίας Βεελμαοὺς καλουμένη, διεστῶσα τῆς Ἐοβοῦς σημείοις θ΄. ἐντεῦθεν ἦν Ἐλισσαῖος ὁ προφήτης. Βαάλ (Num 32. 38). πέραν τοῦ Ἰορδάνου, πόλις υἱῶν Ῥουβίν. Βουθάν (Num 33, 6). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῇς ἐρήμου. ἡ καὶ Ἀϊθάμ. βῆλά (Num 34. 11). ὅριον τῆς Ἰουδαίας ἀνατολικόν. κεῖται καὶ ἀνωτέρω Ἄρβηλά. Βοσόρ. (Deut 4, 43). ἐν τῇ ἐρήμῳ« »πέραν τοῦ Ἰορδάνου«. »τῆς φυλῆς Ῥουβίν«, »ἀπὸ ἀνατολῶν Ἱεριχώ«, πόλις ἱερατικὴ τῶν φυγαδευτηρίων, αὕτη ἐστὶ Βόστρα, ἡ νῦν μητρόπολις τῆς Ἀραβίας. ἔστι δὲ καὶ ἄλλη νῦν Βοσὸρ πόλις τοῦ Ἡσαῦ ἐν ὄρεσι ||τῆς Ἰδουμαίας, ἧς μέμνηται Ἡσαΐας λέγων »τίς οὗτος ὁ παραγενόμενος μένος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ«; Ι Βηρὼθ »υἱῶν Ἰακείμ« (Deut 10, 6). ἐπὶ τῆς ἐρήμου τόπος, ἔνθα ἐτελεύτησεν Ἀαρών. καὶ δείκνυται ἀπὸ ι΄ σημείων Πέτρας πόλεως ἔπι κορύφης του ορους.