Ancient Greek · ~6 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1
Not analysed yet
“Ἃ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.” Εἶθ᾿ ἑξῆς ὑποβάς φησιν “Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνὴ, ἐκ τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου. λέγει δ᾿ οὕτως ἐκφύεται γαίηθεν ὁδῶν, ὅθι λείμακες ὄμβρου διψοσύνῃ κατέμαρψαν ὅλον πόμα μητέρος αυτῆς, ἔνδον ὀρινομένης χρόνον ἄρκιον· οὔ τι δὲ κοῦρον, ἀλλὰ κόρην· Φοίβη γὰρ ἐΰσκοπος ἤροσεν ἁγνὴν Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο. ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται. καὶ I. ""^γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιρα- μὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν. ἐπάκουσον γὰρ ἡ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει, πνεύμονος ἀλγινόεσσαν ὑπερβλύζων κακότητα. καὶ ἑξῆς ,οἶς ἐπιλέγει ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν εἰς ἔριν ἐστήριξε, κακηπελίῃσι δαμάζειν, ὑψιπόλοιο Κρόνοιο κακὴν ὐπ’ ἀταρπὸν ἰόντος. καὶ μεθ’ ἕτερα ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο ἀλγινόεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα σπεύσατο ,σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε · τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ φευγέμεναι κακοεργὸν ἐπηπείλησεν Ἄρηα. ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται ,ἀλλ’ ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς μαθηματικῶν λόγους ,ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδείκνυσθαι. θέα δ’ ὡς καὶ τὸ ἐφ’ ἡμῖν ἀναιροῦσιν, ἱν ,οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ’ ἡμῖν τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας προαιρέσεις.