Ancient Greek · ~1 min
1.1 to 1.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.1-4-2
Not analysed yet
Ἑβραίων πέρι λοιπὸν καὶ τῆς κατ’ αὐτοὺς φιλοσοφίας τε καὶ εὐσεβείας, ἣν τῶν πατρίων ἀπάντων προτετιμήκαμεν ,τὸν τοῦ βίου τρόπον ὑπογράψαι καιρός. ἐπειδὴ γὰρ οὐκ ἀλόγῳ, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ τῆς διεψευσμένης ὁμοῦ πάντων Ἑλλήνων τε καὶ βαρβάρων θεολογίας τὴν ἀπόλειψιν Πεποιημένοι συνέστημεν, ὥρα λοιπὸν τὴν δευτέραν ἐπιλύσασθαι, τὴν αἰτίαν ἀποδιδόντας τῆς τῶν Ἑβραϊκῶν λόγων μεταποιήσεως.