Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.83
Not analysed yet
ἀφ’ ἧς μηδενὸς τῶν ἐξ αἰῶνος πλὴν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὸ πὰν τῶν ἀνθρώπων γένος λελυτρωμένου, εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς τὰ παρόντα πάντα διὰ σπουδῆς γέγονεν, ὡς ἂν ἔργῳ μάθοιμεν ἐκ τίνων προγόνων φύντες καὶ οἵᾳ τὸ πρὶν ἀπάτη συνεχομένων ,ἐξ ὁπόσης τε καὶ πηλίκης ἀνανεύσαντες αὐτοί τε ἡμεῖς καὶ ὁ σύμπας τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν ἴασιν τῆς μακρὰς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα διδασκαλίας.