Ancient Greek · ~3 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.11
Not analysed yet
Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προ- θυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλα- βεῖν ἐξ ὑπαρχῆς δέον καὶ τὰ ἐμποδὼν ἅπαντα δια- λύσασθαι; ἐπειδὴ γὰρ τὸν χριστιανισμόν τινες οὐδένα λόγον ἀποσώζειν, ἀλόγῳ δὲ πίστει καὶ ἀνεξετάστῳ συγκαταθέσει τοὺς τῆς προσηγορίας ἐφιεμένους τὸ δόξαν κυροῦν ὑπειλήφασιν, μηδένα φάσκοντες δύνασθαι δι’ ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προσιόντας, παρ’ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς ὅλης ὑποθέσεως, ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς, παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμὰς διερευνωμένου.