Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.12
Not analysed yet
ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον έν τάξει χωρήσεινἰς τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν καὶ τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν, εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο, στοιχειώσεως καὶ εἰσαγωγῆς ἐπέχοντα τόπον, καὶ τοῖς ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα, τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη πάρεσκευασμένοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τ· οῦ θεοῦμυστικῆς οἰκονομίας.