Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.2-2
Not analysed yet
τοὺς δὲ θεοὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητοὺς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. μεθερμηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὐπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον Κρόνον ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον ,ἔτι δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν.