Ancient Greek · ~7 min
1.3 to 1.10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.3-2-10
Not analysed yet
καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον ,ὁμώνυμον ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον. μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μὲν τινὰς τὸν Ὄσιριν καὶ τὴν Ἰσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν ,οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. ἐκ δὲ τούτων γενέσθαι πέντε θεοὺς, Ὄσιριν καὶ Ἴσιν καὶ Τυφῶνα, Ἀπόλλωνά τε καὶ Ἀφροδίτην. καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν Διόνυσον, τὴν δὲ Ἴσιν τὴν Δήμητρα. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ · κτίσαι τε πόλιν ἐν τῇ Θηβαίδι ἑκατόμπυλον ,ἣν τινὰς μὲν Δῖός πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. —ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Δῖός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς· εὑρετὴν δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου, πρῶτόν τε ψιλῷ χρήσασθαι, καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. τιμᾶσθαι δὲ ὑπ’ αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. —εὑρετήν τε γὰρ αὐτὸν γενέσθαι τῶν γραμμάτων καὶ θυσίας θεῶν διατάξασθαι, λύραν τε εὑρεῖν, καὶ τοὺς Ἕλληνας διδάξαι τὴν περὶ τούτων ἑρμηνείαν· ἀφ᾿ οὗπερ αὐτὸν Ἑρμῆν ὀνομασθῆναι. τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. τὸν δὲ Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον. αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν τοῦ φυτοῦ τῆς δάφνης γενέσθαι. συστρατεῦτσαι δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱοὺς, Ἄνουβίν τε καὶ Μακεδόνα, παραλαβεῖν δὲ καὶ τὸν Πᾶνα διαφερόντως ὑπ᾿ Αἰγυπτίων τιμώμενον, οὗ καὶ ἐπώνυμον εἶναι τὴν Πανὸς πόλιν. ὄντι δὲ αὐτῷ περὶ τὴν Ταφόσιριν ἀχθῆναι τὸ τῶν Σατύρων γένος.