Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.2-3
Not analysed yet
Οἷον, ἱνα μὴ μακρὰν τῶν ἐνστηκότων λόγων βαδίζωμεν, οὐ νομίζουσιν ουδε ἀξιοῦσι κοινωνίαν εἶναι πρὸς Διόνυσον Ἥρᾳ· φυλάσσονται δὲ συμμιγνύναι τὰ ἱερὰ καὶ τὰς Ἁθήνησιν ἱερείας ἀπαντώσας φαςὶν ἀλλή λαὶς μὴ προσαγορεύειν, μηδὲ ὅλως κιττὸν εἰς τὸ τῆς Ἤρας εἰσκομίζεσθαι τέμενος, οὐ διὰ τὰς μυθικὰς καὶ φλυαρώδεις ζηλοτυπίας, ἀλλ᾿ ὅτι γαμήλιος μὲν ἡ θεὸς καὶ νυμφαγωγὸς, ἀπρεπὲς δὲ νυμφίοις τὸ μεθύειν, καὶ γάμοις ἀναρμοστότατον, ὥς φησιν ὁ Πλάτων· ἀκρατοποσία γὰρ, φησὶ, ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς καὶ σώμασιν, ὑφ᾿ ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. πάλιν οἱ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ καθαγίζουσιν, ἀλλὰ κατορύττουσι παρὰ τὸν βωμὸν, ὡς δέον ἄθυμον καὶ ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν.”