Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.3-3
Not analysed yet
Τοῦτο δὴ τὸ συμβολικὸν εἶδος ἐν τοῖς λόγοις καὶ τοῖς μύθοις μᾶλλόν ἐστιν. οἷον, ἱστοροῦσι τὴν Ἥραν ἐν τῇ Εὐβοίᾳ τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διός κλαπῆναι, καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς ἐπίσκιόν τινα μυχὸν καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν —ἦν δὲ Ἤρας τιθήνη —καὶ βουλομένης ἐρευνᾶν οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν, οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβον- τος. ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῇ Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον, ὥστε καὶ Λητοῖ μυχίᾳ προθύεσθαι· τινὲς δὲ νυχίαν λέγουσι. σημαίνεται δὲ ἐν ἑκατέρῳ τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῷ Διὶ λάθρα συνοῦσαν καὶ λανθάνουσαν οὕτω Λητώ φασιν νυχίαν προσηγορεῦσθαι· φανερῶν δὲ τῶν γάμων γενομένων, καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυ- φθείσης, Ἤραν τελείαν καὶ γαμήλιον αὐτὴν προσαγορευθηναι.