Ancient Greek
1.20 to 1.22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.20-22
Not analysed yet
ὀμόσαι δὲ τὴν Ἴσιν μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδἐξα- προσδέξασθαι μεταστᾶσαν δὲ καὶ αὐτὴν ἐξ ἀνθρώπων τυ- χεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμ- φιν. τὰ μὲν οὖν ἀνευρεθέντα τοὐ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον· τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσιν, ὑπὸ δὲ τῆςΊσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων. ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμὰς καταδεῖξαι καὶ τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμοτάτας ποιῆσαι. διὸ καὶ τοὺς Ἓλληνας ἐξ Αἰ- γύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτὰς τιμᾶν τοῦτο τὸ μόριον ἐν τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν.