Ancient Greek · ~7 min
1.11 to 1.19
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.11-2-19
Not analysed yet
φιλό- μουσον δὲ ὄντα περιάγειν πλῆθος μουσουργῶν ,ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ τἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας ,ὧν ἡγεῖσθαι τὸν Ἀπόλλωνα. παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδ ἐχομένου τὸν Ὄσιριν διὰ τὰς εὐεργεσίας πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν, κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς. ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολι- πεῖν βασιλέα τῆς Μακεδονίας, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ἱερόν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. ἀναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶ- νος τοῦ ἀδελφοῦ ,πονηροῦ καὶ ἀσεβοῦς ὄντος ’ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴ-· κοσι μέρη δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ με- ρίδα, βουλόμενον ἅπαντας μετασχεῖν τοῦ μύσους. τὴν δὲ Ἴσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὤρου. ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας παρὰ τὴν νῦν Ἀνταίου κώμην καλου- μένην βασιι’-εῦσαι τῆς Αἰγόπτου. εὑροῦσαν δὲ πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων τοῦ Ὀσίριδος ἑκάστῳ μέρει περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ ,παραπλήσιον Ὀσίριδι τὸ μέγε- μέγεθός ^ἐξ ἀρωμάτων καὶ κηροῦ, καὶ παραδοῦναι τοῖς ἱερεῦσι καθ’ ὅλης τῆς Αἰγύπτου τιμὰν. καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ’ αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληθῶσιν. τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τόν τε ὀνομαζόμενον Ἄπιν καὶ τὸν Μνεῦιν Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῆ̣ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις. ταῦτα γὰρ τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς τὸν σπόρον καὶ τὰς κοινὰς γεωργίας.