Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.35
Not analysed yet
ἕτεροι δὲ τρίτην αἰτίαν φέρουσι, τῆς χρείας ἕνεκα τῶν ζῴων φάσκοντες αὐτὰ τετιμῆσθαι. τὴν μὲν γὰρ θήλειαν βοῦν τίκτειν καὶ ἀροῦν, τὰ δὲ πρόβατα τίκτειν καὶ σκέπην παρέχειν καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ τυροῦ τροφὴν ,τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις καὶ φυλακτικὸν εἶναι· διόπερ τὸν θεὸν τὸν παρ’ αὐτοῖς καλούμενον Ἄνουβιν κυνὸς ἔχειν κεφαλήν· ἐμφαίνοντες ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἰσιν.