Ancient Greek · ~3 min
1.36 to 1.38
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.36-38
Not analysed yet
ἔνιοι δέ φασι Ἰσιδος προηγουμένους τοὺς κύνας καθ’ ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν. καὶ τὸν μὲν αἴλουρον πρὸς τὰς ἀσπίδας εὔθετον ὑπάρχειν καὶ τὰ ἄλλα δακετὰ τῶν ἑρπετῶν, τὸν δὲ ἰχνεύμονα τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβειν, ἀναιρεῖν τε τοὺς κροκοδείλους πηλῷ κυλιόμενον καὶ ἐπιπηδῶντα κεχηνόσι τοῖς στόμασι, διαφαγόντα τε αὐτῶν τὰ ἐντὸς τῆς κοιλίας νεκροὺς ἀπεργάζεσθαι. τῶν δὲ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δὲ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας, καὶ τὰ μικρὰ τῶν δακετῶν θηρίων, καὶ διὰ τὸ συμβάλλεσθαι ταῖς μαντείαις· τὸν δ’ ἀετὸν διὰ τὸ βασιλικὸν εἶναι.