Ancient Greek · ~4 min
1.46 to 1.49
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.46-49
Not analysed yet
ὅταν δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζῴων ,σινδόνι καλύψαντες καὶ μετ’ οἰμωγῆς τὰ στήθη καταπληξάμενοι ἐν ἱεραῖς θήκαις θάπτουσιν. ὃς δ’ ἄν τι τούτων τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ ’ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει. —ἀλλὰ μὴν καὶ καθ’ ἣν ἂν οἰκίαν εὑρεθῇ κύων τετελευτηκὼς ,ξυρῶνται πάντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος · κἂν οἶνος, ἢ σῖτος, ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τύχῃ κείμενον ἐν τῷ οἴκῳ ,οὐκ ἂν ἔτι χρήσασθαι αὐτοῖς ὑπομείνειαν. τρέφουσι δὲ τὸν Ἄπιν ἐν Μέμφει, καὶ τὸν Μνεῦιν ἐν Ἡλίου πόλει, καὶ τὸν τράγον ἐν Μένδητι, καὶ τὸν κροκόδειλον ἐν τῇ Μοιρίδος λίμνῃ, καὶ τὰ λοιπὰ θηρία ἐν ἱεροῖς περιβόλοις, σεμίδαλιν προσφέροντες, ἢ χόνδρον ἕψοντες ἐν γάλακτι, καὶ πέμματα παντοδαπὰ μέλιτι φύροντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ δὲ ὀπτῶντες. τοῖς δε ὠμοφάγοις πολλὰ τῶν ὀρνέων παραβάλλουσι, καὶ θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσιν.