Ancient Greek · ~6 min
1.40 to 1.45
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.40-45
Not analysed yet
τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ’ Αἴγυπτον τούτῳ τῷ θεῷ μυεῖσθαι. καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρὰ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας · τὸ γάρ τοι ζῷον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνου- σίας ὑπάρχειν ἐνεργότατον. τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τὸν Ἄπιν καὶ τὸν Μνεῦιν τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς ,ἅμα μὲν διὰ τὴν γεωργίαν, ἅμα δὲ καὶ διὰ τὸ τὴν εὕρεσιν τῶν καρπῶν αὐτοῖς ἀνατιθέναι. τοὺς δὲ λύκους τιμᾶσθαι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα καὶ ἐπεὶ τὸ παλαιὸν ,φασὶ, τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὤρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα, παραγενέσθαι βοηθὸν ἐξ Ἅιδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ, λύκῳ τὴν ὄψιν ὁμοιωθέντα. ἕτεροι δὲ λέγουσιν Αἰθίοπας στρατεύσαντας ἐπὶ τὴν Αἴγυπτον ὑπὸ πλήθους λύκων διωχθῆναι· διὸ καὶ Λυκοπολί τὴν κληθῆναι τὴν χώραν. τὸν δὲ κροκόδειλον σέβεσθαί φασι διὰ τὸ μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον τοὺς ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης λῃστὰς τόν κροκοδείλων χάριν. φασὶ δέ τινα τῶν παρ’ αὐτοῖς βασιλέων διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι. αἰτίας δὲ καὶ ἄλλας φασί τινες τῆς τῶν ἀλόγων ζῴων τιμῆς. τοῦ γὰρ πλήθους τὸ παλαιὸν ἀφισταμένου τῶν βασιλέων, καὶ συμφρονοῦντος εἰς τὸ μηκέτι βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα αὐτοῖς τῶν ζῴων παρασχεῖν ,ὅπως ἑκάστων τὸ μὲν παρ’ αὐτοῖς τιμώμενον σεβομένων, τοῦ δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένου καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἶ κατ’ Αἴγυπτον. —