Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.5-2
Not analysed yet
‘‘Ὅτι οὐκ ἄλλη τίς ἐστι τῆς Ἥρας ἡ Λητὼ μάθοιτ’ ἂν ἐνθένδε. τὴν Ἄρτεμιν ἤδη που θυγατέρα Λητοῦς καλοῦμεν ,ἀλλὰ καὶ Εἰλήθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τε Ἥρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. πάλιν, ἐκ μὲν Λητοῦς ὁ ᾿Απόλλων, ἐκ Ἥρας ὁἌρης γέγονε, μία δέ ἐστιν ἀμφοτέρων δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς ἀρήγων τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν ,Ἀπόλλων δὲ ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. διὸ καὶ τῶν ἐμτυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος Ἀπόλλων κέκληται, ὁ δὲ πυροειδὴς Ἄρης ἐπωνόμασται. καὶ οὐκ ἀπότροπόν ἐστι τὴν αὐτὴν θεὸν γαμήλιον λέγεσθαι καὶ μητέρα Εἰληθυίας καὶ ἡλίου νομίζεσθαι. γάμου μὲν γὰρ τέλος γένεσίς ἐστι, γένεσις δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. καὶ καλῶς ἔφη ὁ ποιητής Αὐτὰρ ἐπειδὴ τόν γε μογοστόκος Εἰλήθυια ἐξάγαγε πρὸ φόωσδε καὶ ἠελίου ἴδεν αὐγάς. εὖ ὁ ποιητὴς τῇ μὲν προθέσει τὴν σύνθεσιν ἔθλιψεν, ἐμφαίνων τὸ βεβιασμένον τῆς ὠδῖνος, τέλος δὲ τῆς γενέσεως ἐποίησεν ἥλιον ἰδεῖν. οὐκοῦν ἡ αὐτὴ θεὸς ἐποίησε καὶ γάμον συνελθεῖν, ἵνα γένεσιν παρασκευάσῃ.”