Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.4-2
Not analysed yet
‟οἱ δὲ φυσικῶς μᾶλλον καὶ. πρεπόντως ὑπολαμβάνοντες τὸν μῦθον οὕτως εἰς τὸ αὐτὸ τῇ Λητοῖ συνάγουσιν τὴν Ἥραν. γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ εἴρηται, νὺξ δὲ ἡ Λητὼ, λήθω τις οὔσα τῶν εἰς ὕπνον τρεπομένων ,νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ἀποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα, καὶ τοῦτο ἔστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων, ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος.