Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.5-4
Not analysed yet
Πρὶν δ’ ἐπὶ τοῦτ’ ἐλθεῖν, ὅπως εἰς Ἕλληνας τὰ παρ’ αὐτοῖς παρῆλθε λόγια, καὶ τίς ὁ τρόπος συνέστη τῆς τῶν πεπιστευμένων αὐτοῖς θείων γραφῶν ἑρμηνείας ‚δι’ ὅσων τε καὶ ὁποίων ἀνδρῶν καὶ δι’ ὁπόσης βασιλικῆς σπουδῆς τῆς εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβολῆς ἔτυχε, τῶν ἀναγκαίων ἡγοῦμαι εἰς φανερὸν θέσθαι τοῖς ἐντυγχάνουσιν ‚οὐκ ἀσυμβούλου μοι γενησομένης καὶ τῆς τούτων ἐκθέσεως ἑ ἐς τὴν τῆς γενησομένης Προπαρασκευῆς ἀπόδειξιν.