Ancient Greek · ~3 min
1.2 to 1.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.2-6-4
Not analysed yet
ὡς γὰρ μόνοις Ἰουδαίοις ‚οὐκέτι δὲ καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν, ἦν ἁρμόδια τὰ διὰ Μώσεως, οὐδὲ δυνατὰ πᾶσιν ἀνθρώποις ‚λέγω δὲ τοῖς πόρρω που τῆς Ἰουδαίας γῆς οἰκοῦσιν Ἕλλησί τε καὶ βαρβάροις, φυλάττεσθαι κατὰ τὸν οἰκεῖον καιρὸν ἀποδείξομεν. νυνὶ δὲ καὶ τούτου, λέγω δὲ τοῦ κατὰ Μωσέα βίου, τὸν τρόπον ‚οὐκ ἐμαῖς φωναῖς, αὐτῶν δὲ μόνων πάλιν τῶν παρὰ τοῖς ἀνδράσιν ἐπὶ. τῇ πατρίῳ δεδοκιμασμένοις παιδεύσει ‚παραθήσομαι · καὶ γάρ μοι προσήκειν ἡγοῦμαι ταύτῃ, ᾗπερ καὶ ἠρξάμην, διὰ τῶν οἰκείων ἑκάστω τὰς τῶν ἀποδείξεων μαρ- τυρίας παρέχειν. ὥσπερ οὑν Φοίνικας καὶ Αἰ- γυπτίους καὶ Ἕλληνας τῶν παρὰ σφίσιν γνωρίμων κατὰ τὴν οἰκείαν χώραν μάρτυρας ἀνεκαλούμην, ταύτῃ μοι καὶ τούσδε ὁ παρὼν καιρὸς δοκεῖ ἐπιτηδείως εἰσποιεῖσθαι ‚ἀλλὰ μὴ ἡμὰς αὐτοὺς τὰ ὀθνεῖα νομίζεσθαι κατασχεδιάζειν.