Ancient Greek · ~6 min
1.51 to 1.56
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.51-56
Not analysed yet
Τοιαύτη καὶ ἡ Αἰγυπτίων ἀσχήμων ἀθεότης μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν. ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσαμεν, λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδετέρως εὑράμενοι ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, τῆς τὰς διανοίας τυφλοῖς τὴν ἀνάβλεψιν εὐαγγελισαμένης. τούτων δὲ αὐτῶν τὰς σεμνοτέρας δὴ θεωρίας τε καὶ φυσιολογίας μικρὸν ὕστερον ἐπισκεψόμεθα, ἐπὰν καὶ τὰ Ἑλληνικὰ διαλάβωμεν. οὕτω δῆτα ἀναμὶξ Αἰγυπτιακῆς ὁμοῦ καὶ Φοινικικῆς συνδραμούσης μυθολογίας κεκράτηκεν εἰκότως παρὰ τοῖς πλείστοις τῶν ἐθνῶν ἡ τῆς παλαιᾶς πλάνης δεισιδαιμονία. ἀλλὰ γὰρ λεκτέον καὶ τὰ Ἑλλήνων. τὰ μὲν δὴ σεμνὰ τῆς Αἰγυπτίων μυθολογίας τὸν προτεθέντα περιείληφε τρόπον, τὰ δὲ Ἑλληνικὰ ὅτι τούτων αὐτῶν ἀποσπάσματα καὶ παρακούσματα τυγχάνει προείρηται μὲν πολλάκις καὶ διὰ τῆς τῶν προτεθέντων συγγραφέων διαγνώσεως, οὐ μὴν ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Ἑλληνικῆς θεολογίας γέ- νοιτ᾿ ἂν ἔκδηλον, ἐπαγομένων ἐν ταῖς οἰκείαις περὶ θεῶν ἀναγραφαῖς οἴκοθεν μὲν οὐδὲν, ταῖς δὲ τῶν ἔξωθεν περιπιπτόντων μυθολογίαις· ξοάνοις τε γὰρ τοῖς παραπλησίοις καὶ μυστηρίοις τοῖς αὐτοῖς ἀποδείκνυνται συγχρώμενοι ,ὡς ἔνεστι μαθεῖν ἐκ τῆς περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν οὗ καὶ πρόσθεν ἐμνημόνευσα, κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ πραγματείας ἱστορεῖ, τὴν τῆς ἱστορίας ἀρχὴν ἀπὸ τῶν Κάδμου χρόνων πεποιημένος. τὸν δὲ Κάδμον μετὰ Μωσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν χρονογραφιῶν παριστῶσι διαδοχαὶ, ὡς κατὰ καιρὸν ἐπιδείξομεν. ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι τὸν Μωσέα προτερεῖν, εἰ δὴ πρὸ Κάδμου μὲν οὕτος, οἶ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες ἡλικίας ἀναφαίνονται. ἄκουε δ’ οὖν τῶν τοῦ συγγραφέως φωνῶν