Ancient Greek · ~7 min
2.1 to 2.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.1-2-7
Not analysed yet
‟Κάδμον τὸν Ἀγήνορός φασιν ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ἀναζήτησιν τῆς Εὐρώπης ,ἣν ὑπὸ Δῖός ἁρπαγῆναι · μὴ εὑρόντα δὲ εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας, γήμαντα δὲ Ἁρμονίαν τὴν Ἀφροδίτης γεννῆσαι ἐξ αὐτῆς Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς. τῇ δὲ Σεμέλῃ Δία μιγέντα παρακληθῆναι τἀς ἐπιπλοκὰς ὁμοίας αὐτῇ ποιήσασθαι ταῖς πρὸς Ἥραν. ἐπελθόντος δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν, οὐκ ἐνεγκοῦσαν τὴν Σεμέλην ἐγκύμονα οὖσαν ἐκτρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι. τὸν δὲ Δία λαβόντα τὸ παιδίον παραδοῦναι τῷ Ἑρμῇ, ἐκπέμψαι τε εἰς τὸ ἐν τῇ Νύση ἄντρον, κείμενον μεταξὺ Φοινίκης τε καὶ Νείλου. οὕτω δὲ τραφέντα τὸν Διόνυσον ὑπὸ τῶν νυμφῶν εὑρετὴν τοῦ οἴνου γενέσθαι, καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους. εὑρεῖν δὲ καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ καλούμενον ξύθον · περιφέρειν δὲ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, καὶ τοὺς ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κολάζειν. στρατεῦσαι δὲ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ. ἐντεῦθεν τοὺς Ἕλληνας καταδεῖξαι τριετηρικὰς θυσίας Διονύσῳ, καὶ τὸν θεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ τοῖς ἀνθρώποις ἐπιφανείας, σέβειν τε αὐτὸν πάντας ἀνθρώπους διὰ τὴν τοῦ οἴνου δόσιν ,ὥσπερ καὶ τὴν Δήμητρα διὰ τὴν τῆς τοῦ σίτου τροφῆς εὕρεσιν." ‟Εἶναι δέ φασι καὶ ἄλλον Διόνυσον πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου, τὸν ὑπό τινων Σαβάξιον ὀνομαζόμενον, ἐκ Δῖός καὶ Περσεφόνης γεμόμενον · οὗ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσιν, διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν. ὃν καὶ πρῶτον βοῦς ἐπιχειρῆσαι ζευγνύειν, ἀφ’ οὗ δὴ καὶ κερατίαν αὐτὸν εἰσάγουσι. τὸν δὲ ἐκ Σεμέλης νεώτερον, τρυφερὸν τῷ σώματι, καὶ εὐπρεπείᾳ διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γεγονέναι φασὶ, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγειν καθωπλισμένας λόγχαις συναποδημεῖν