Ancient Greek · ~2 min
1.7 to 1.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.7-8
Not analysed yet
ὅτι δὴ μίαν τὴν πάντων οὐσίαν τε καὶ φύσιν ὁ πατὴρ αὐτῶν συστησάμενος μιᾶς εἰκότως καὶ τῆς ἴσης πάλιν τοὺς πάντας μεγαλοδωρεᾶς ἠξίωσε, τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν ἅπασι τοῖς ὑπακούειν ἐθέλουσι καὶ τὴν χάριν εὐμαρῶς ἀσπαζομένοις δω- ρούμενος. ταύτην ὀ Χριστοῦ λόγος ἧκε τὴν πρὸς τὸν αὐτοῦ πατέρα φιλίαν τὸν σύμπαντα κόσμον εὐαγγελιουμενος· “θεὸς γὰρ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα,” ᾗ τὰ θεῖα διδάσκει λόγια, ἐλθών τε, φησὶν, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς.”