Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.9
Not analysed yet
ταῦτα πρόπαλαι παῖδες Ἑβραίων θεοφορούμενοι τῷ σύμπαντι κόσμῳ προεθέσπιζον, ὁ μέν τις βοῶν “μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὃτι τοῦ κυρίου ἡ βασικεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν·” καὶ πάλιν “εἲπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·’ ὁ δὲ φάσκων “ἐπιφανήσεται κύριος ἐν αὐτοῖς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”