Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.7-2
Not analysed yet
“Ὁ μὲν οὖν μῦθος τοιοῦτος, ὁ δὲ λόγος αὐτοῦ τοιόσδε. Ἥρας καὶ Δῖός διαφορὰ καὶ στάσις οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός ἐστιν, ὅταν ἀλλήλοις μηκέτι συμμετρῆται κατὰ κόσμον, ἀλλὰ καὶ ἀνωμαλίας καὶ τραχύτητος ἐγγενομένης δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. ἂν μὲν οὖν ὁ Ζεὺς, τουτ- έστιν ἡ θερμὴ καὶ πυρώδης δύναμις, αἰτίαν παράσχῃ τῆς διαφθορᾶς ,αὐχμὸς τὴν γῆν καταλαμβάνει, ἐὰν δὲ περὶ τὴν Ἥραν, τουτέστι τὴν ὑγρὰν καὶ πνευματικὴν φύσιν, ὕβρις τις ἢ πλεονασμὸς γένηται, ῥεῦμα ἦλθε πολὺ καὶ συνώμβρισε καὶ κατέκλυσε τὰ πάντα. τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς τότε χρόνους, καὶ μάλιστα τῆς Βοιωτίας βυθισθείσης, ὡς πρῶτον ἀνέδυ τὸ πεδίον καὶ ἡ πλήμμυρα ἐλώφησεν, ὁ μὲν ἐξ εὐδίας κόσμος τοῦ περιέχοντος ὁμόνοια καὶ διαλλαγὴ τῶν θεῶν ἐλέχθη, πρῶτον δὲ ἀνέσχεν ἐκ τόν φυτῶν τῆς γῆς ἡ δρῦς, καὶ ταύτην ἠγάπησαν οἶ ἄνθρωποι, τροφῆς βίου καὶ σωτηρίας διαμονὴν παρασχοῦσαν, οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσι τῆς φθορᾶς Ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας.’’