Ancient Greek · ~2 min
2.1 to 2.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.1-3-2
Not analysed yet
Ταῦτα μὲν ὁ Πλούταρχος. ἡμεῖς δὲ ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν ὡς ἄρα καὶ ἡ θαυμαστὴ καὶ ἀπόρρητος φυσιολογία τῆς Ἑλληνικῆς θεολογίας θεῖον μὲν οὐδὲν, οὐδέ τι μέγα καὶ θεοπρεπὲς καὶ τῆς ἀνατάσεως ἄξιον ἐπήγετο. ἀκήκοας γὰρ τὴν Ἥραν, τοτὲ μὲν γαμήλιον ἀναγορευομένην καὶ τὴν ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν δηλοῦσαν, τοτὲ δὲ τὴν γῆν πάλιν Ἥραν ὁνομαζομένην, τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν, τὸν δὲ Διόνυσον εἰς τὴν μέθην μετενηνεγμένον ,εἰς νύκτα δὲ τὴν Λητὼ, καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα, καὶ αὐτὸν δὲ τὸν Δία εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν.