Ancient Greek
10.1 to 10.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.1-5-4
Not analysed yet
“Κατὰ φύσιν ὁ ἄνθρωπος γεννᾶται, ἀκμάζει, γεννᾷ, ἐσθίει, πίνει, κοιμᾶται, γηρᾷ, ἀποθνήσκει, καὶ τοῦτο παντὸς ἀνθρώπου καὶ παντός ἀλόγου ζῴου. καὶ τὰ μὲν ἄλλα ζῷα ψυχικὰ ὄντα καὶ διόλου κατὰ συμπλοκὴν γεγενημένα διόλου σχε- δὸν κατὰ φύσιν φέρεται. λέων σαρκοφαγεῖ καὶ ἀμύ- νεται ἀδικηθεὶς ,καὶ διὰ τοῦτο πάντες οἶ λέοντες σαρκοφαγοῦσι καὶ ἀμύνονται· καὶ ἀμνάδες χορτοφαγοὺσι καὶ κρεῶν οὐχ ἅπτονται καὶ ἀδικούμεναι οὐκ ἀμύνονται · καὶ ὁ αὐτὸς τρόπος πάσης ἀμνάδος. σκορπίος γῆν ἐσθίει καὶ τοὺς μὴ ἀδικήσαντας ἀδικεῖ, κέντρῳ ἰοβόλῳ πλήσσων· καὶ ἡ αὐτὴ κακία πάντων σκορπίων. μύρμηξ κατὰ φύσιν οἶδε χειμῶνος παρουσίαν καὶ δι’ ὅλης θερείας κάμνων ἀποτίθεται ἑαυτῷ τροφάς · καὶ ὁμοίως πάντες μύρμηκες ἐργάξονται. μέλισσα μέλι γεωργεῖ, ἐξ οὗ καὶ τρέφεται· καὶ ἡ αὐτὴ γεωργία πάσαις μελίσσαις. καὶ ἦν πολλὰ εἴδη ἐκθέσθαι ἡμῖν τῶν ζῴων, ἅτινα τῆς φύσεως μὴ δυνάμενα ἐκστῆναι πολὺν θαυμασμὸν παρασχεῖν ὑμῖν ἐδύνατο,