Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.32
Not analysed yet
Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμημένων, τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λόγον ἐν τοῖς καθ’ ἡμᾶς δόγμασιν· ᾧ καὶ τῶν φιλοσόφων συνέδραμον αἱ παρατεθεῖσαι φωναὶ, τοῖς μὲν καθ’ ἡμᾶς θείοις γράμμασιν ἐπιμαρτυροῦσαι ,τὰς δὲ περὶ εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων ,ἀλλὰ καὶ τῶν θαυμαστῶν χρησμῳδῶν θεῶν τὰς δόξας ψευδεῖς οὔσας ἀπελέγχουσαι·) καὶ τῶν μὲν πρὸς τοὺς γενναίους χρησμοὺς κυνικώτερον ἀποταθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστοὺς φιλοσόφους παρὰ τῶν αὐ- τοῖς γνωρίμων ἀντειρημένων, ὥρα καὶ τῶν ἐξ ἀστρο- λογίας πρὸς τοὺς Χαλδαίζοντας τῶν τὴν κακότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγγελλομένων τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν τὸ γένος, ἐπ’ ἄκρον δὲ τῆς Χαλδαικῆς ἐπιστήμης ἐληλακότος. Βαρδησάνης ὄνομα τῷ ἀνδρὶ, ὃς ἐν τοῖς πρὸς τοὺς ἑταίρους διαλόγοις τάδε πη μνημονεύεται φάναι