Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.10
Not analysed yet
Εἶτά φησι “Τὸν Ὑψουράνιον οἰκῆσαι Τυρὸν, καλύβας τε ἐπινοῆσαι ἀπὸ καλάμων καὶ θρύων καὶ παπύρου, στασιάσαι δὲ πρὸς τὸν ἀδελφὸν Οὔσωνον, ὃς τῷ σώματι · πρῶτος ἐκ δερμάτων ὧν ἴσχυσε συλλαβεῖν θηρίων εὗρε. ῥαγδαίων δὲ γενομένων ὄμβρων καὶ πνευμάτων παρατριβέντα τὰ ἐν τῇ Τυρῷ δένδρα πῦρ ἀνάψαι καὶ τὴν αὐτόθι ὕλην καταφλέξαι. δένδρου δὲ λαβόμενον τὸν Οὒσωον καὶ καὶ ἀποκλαδεσαντα πρῶτον τολμῆσαι εἰς θάλατταν ἐμβῆναι· ἀνιερῶσαι δὲ δύο στήλας πυρὶ καὶ πνεύματι, καὶ προσκυνῆσαι, αἷμά τε σπένδειν αὐταῖς ἐξ ὧν ἤγρευε θηρίων.