Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.9
Not analysed yet
Ἑξῆς φησιν “Ἀπὸ Γένους Αἰῶνος καὶ Πρωτογόνου γεννηθῆναι αὖθις παῖδας θνητοὺς, οἷς εἶναι ὀνόματα Φῶς καὶ Πύρ καὶ Φλόξ. οὗτοι (φησὶν) ἐκ παρατριβῆς ξύλων εὗρον πῦρ καὶ τὴν χρῆσιν ἐδίδαξαν. υἱοὺς δὲ ἐγέννησαν οὗτοι μεγέθει τε καὶ ὑπεροχῇ κρείσσονας, ὧν τὰ ὀνόματα τοῖς ὄρεσιν ἐπετέθη ὧν ἐκράτησαν, ὡς ἐξ αὐτῶν κληθῆναι τὸ Κάσσιον, καὶ τὸν Λίβανον, καὶ τὸν Ἀντιλίβανον, καὶ τὸ Βραθύ. ἐκ τούτων (φησὶν) ἐγεννήθη Σαμημροῦμος, ὁ καὶ Ὑψου- ράνιος, καὶ Οὔσωος· ἀπὸ μητέρων δὲ (φησὶν) ἐχρη- μάτιζον, τῶν τότε γυναικῶν ἀνέδην μισγομένων οἷς ἀν’ ἐντύχοιεν.