Ancient Greek · ~7 min
10.10 to 10.15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.10-2-15
Not analysed yet
ὅθεν ἔστι νοεῖν μὴ πάντως κατὰ φύσιν ἄγεσθαι τὸν ἄνθρωπον· ποίαν γὰρ αὐτοῦ ἐροῦμεν φύ. σιν;) ἀλλὰ πῆ μὲν φέρεται κατὰ φύσιν, πῆ δὲ κατὰ προαί- ρεσιν. διὸ τὸν ἔπαινον καὶ τὸν ψόγον καὶ τὴν κατα- δίκην ἔχει ἐν τοῖς κατὰ προαίρεσιν, ἐν δὲ τοῖς κατὰ φύσιν ἔχει τὴν ἀνεγκλησίαν οὐ κατὰ ἔλεος, ἀλλὰ κατὰ λόγον.’ Καὶ ἐξῆς φησι ‘‘Νόμους ἔθεντο διαφόρους οἶ ἄνθρωποι ἐν ἑκά- στῃ χώρᾳ, τινὰς γεγραμμένους ,τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμενος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς. νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν, μήτε πορνεύειν μήτε κλέπτειω μήτε ξόανα προσκυνεῖν ,καὶ ἐν ἐκείνῃ τῇ με- γίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν, οὐ γυναῖκα πορνι κἠν, οὐ μοιχαλίδα ὀνομαζομένην ,οὐ κλέπτην ἐλκόμενον ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον. οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυ- ριλαμπέος Ἄρεος ἀστὴρ μεσουρανῶν ἄνδρα σιδήρῳ ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳ γυναικὶ μιγῆναί τινα παρ’ ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦ Ἄρεος, καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν. παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχμάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμ- ψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου καὶ σίκερος μὴ γευόμενοι, οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευόντων καὶ ἑταιρευόωτνω καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα, καὶ πάντα σχεδὸν καθ’ εἱμαρμένην φερομένων. ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντες καὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγα- θοποιοὶ τῶν ἄστρων κεκωλύκασι τούτους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν, οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺς Βραχμᾶνας κακουργεῖν.