Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.9-2
Not analysed yet
καὶ ἀπλῶς πολλὴ διαφορὰ βρωμάτων καὶ πομάτων ἐν τῇ ἀνθρωπότητι, ποτῆτι ,μέχρι καὶ ἐν τῇ τῶν λαχάνων καὶ ὀπωρῶν βρώσει διαφερόμενοι. ἀλλὰ καὶ οἱ μὲν, ὡς σκορπίοι καὶ ὡς ἀσπίδες, μὴ ἀδικηθέντες ἀδικοῦσιν· οἶ δὲ, ὡς τὰ ἄλογα ζῷα ἀδικούμενοι ἀμύνονται· ἕτεροι δὲ ὡς λύκοι ἁρπάζουσι καὶ ὡς γαλαῖ κλέπτουσιν· ἄλλοι δὲ ὡς ἀμνάδες καὶ μηκάδες ὑπὸ τῶν ὁμοιοπαθῶν ἐλαύνονται καὶ τοὺς ἀδικοῦντας οὐκ ἀδικοῦσι· καὶ οἷ μὲν λέγονται ἀγαθοὶ, οἱ δὲ κακοὶ, οἶ δὲ δίκαιοι.