Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.11-3
Not analysed yet
Καὶ πάλιν ἑξῆς ἐπιλέγει “Μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται περὶ δραπέτου εὑρέσεως, ἢ χωρίου ὠνῆς, ἢ γάμου, εἰ τύχοι, ἢ ἐμπορίας ,τὸν θεῖον νοῦν ἐνοχλήσασιν. εἰ δ’ οὐ παρεῖται μὲν, οἱ δὲ συνόντες περὶ μὲν τῶν ἄλλων τάληθέστατα λέγουσι, περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδ’ ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτ’ ἀγαθοὶ δαίμονες, ἀλλ’ ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.’’