Ancient Greek · ~4 min
10.8 to 10.10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.8-2-10
Not analysed yet
τί δὲ καὶ τὰ ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρ- βαρα πρὸ τῶν ἑκάστῳ οἰκείων; εἰ γὰρ πρὸς τὸ σημαινόμενον ἀφορᾷ τὸ ἀκοῦον, αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια δηλῶσαι, κἂν ὁποιονοῦν ὑπάρχῃ, τοὔνομα. οὐ γάρ που καὶ ὁ καλούμενος Αἰγύπτιος ἦν τῷ γένει· εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ᾿ οὔ τί γε Αἰγυπτίᾳ χρώμενος φωνῇ, οὐδ᾿ ἀνθρωπείᾳ ὅλως χρώ- μένος. ἢ γὰρ γοήτων ἦν ταῦτα πάντα τεχνάσματα καὶ προκαλύμματα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμὰς γινομένων παθῶν, ἢ λελήθαμεν ἐναντίας ἐννοίας ἔχοντες περὶ τοῦ θείου ἢ αὐτὸ τῷ ὄντι διάκειται.’’ Ταῦτ’ εἰπὼν πάλιν ἀπορεῖ πρὸς τὸν Αἰγύπτον λέγων Ἐἰ δὲ οἱ μὲν ἀπαθεῖς ,οἱ δὲ ἐμπαθεῖς, οἶς διὰ τούτων φαλλούς φασιν ἱστάναι καὶ ποιεῖσθαι αἰσχρορρημοσήνας, μάταιοι αἱ θεῶν κλήσεις ἔσονται, προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι, καὶ μήνιδος ἐριλάσεις, καὶ ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι ἀνάγκαι θεῶν. ἀκήλητον γὰρ καὶ ἀβίαστον καὶ ἀκατανάγκαστον τὸ ἀπαθές.’’