Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.13-2
Not analysed yet
μηδὲ τοῦτον δὲ ἡμέτερον εἶναι τὸν λόγον ἡγοῦ · οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτε ἐπίστασθαι οὔτε θέλειν εἰ- δέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ εἰς ἡμετέραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολο- γίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς ,σοφὸς ὢν ἐν τοῖς γνωρίμοις, καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. ὁ δὴ οὑν αὐτὸς ἐν τῇ δηλωθείσῃ τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς λέξιν