Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.1-3
Not analysed yet
“Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασι, καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ οἶστισι χαίρουσι καὶ κερατοῦνται ὑπηγόρευσαν ,καὶ μὴν καὶ τίσιν ἀναγκάζονται, τίνα δὲ δεῖ θύειν, καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι, τό τε σχῆμα τῶν ἀγαγμάτων μάτων ποταπὸν δεῖ ποιεῖν ,αὐτοί τε ποίοις σχήμασι φαίνονται, ἔν τε ποίοις διατρίβουσι τόποις, καὶ ὅλως ἕν οὐδέν ἐστιν ὃ μὴ παρ’ αὐτῶν μαθόντες οἱ ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. πολλῶν δ’ ὄντων ἃ τούτων ἐστὶ παραστατικὰ, ὀλίγα ἐκ τῶν πολλῶν παραθησόμεθα, ἵνα μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν. ΧΙΙ. “Ὀτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο πῶς χρὴ ποιεῖν καὶ ἐκ ποίας ὕλης δηλώσει τὰ τῆς· Ἑκάτης ἔχοντα τοῦτον τὸν τρόπον