Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.14
Not analysed yet
ἀπὸ Μισὼρ Τάαυτος, ὃς εὗρε τὴν τῶν πρώτων στοιχείων γραφήν· ὃν Αἰγύπτιοι μὲν Θωὺθ, Ἀλεξανδρεῖς δὲ Θὼθ, Ἓλληνες δὲ Ἑρμῆν ἐκάλεσαν. ἐκ δὲ τοῦ Συδὺκ Διόσκουροι, ἢ Κάβειροι, ἢ Κορύβαντες, ἢ Σαμοθρᾷκες. οὗτοι φησὶ) πρῶτοι πλοῖον εὗρον. ἐκ τούτων γεγόνασιν ἕτεροι, οἳ καὶ βοτάνας εὗρον καὶ τὴν τῶν δακετῶν ἴασιν καὶ ἐπῳδάς. κατὰ τούτους γίνεταί τις Ἐλιοῦν καλούμενος Ὕψιστος, καὶ Θήλεια λεγομένη Βηρούθ· οἱ καὶ κατῴκουν περὶ Βύβλον.