Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.15
Not analysed yet
ἐξ ὧν γεννᾶται Ἐπίγειος αὐτόχθων, ὃν ὕστερον ἐκάλεσαν Οὐρανόν· ὡς ἀπ’ αὐτοῦ καὶ τὸ ὑπὲρ ἡμᾶς στοιχεῖον δι’ ὑπερβολὴν τοῦ κάλλους ὀνομάζειν οὐρανόν. γεννᾶται δὲ τούτῳ ἀδελφὴ ἐκ τῶν προειρημένων, ἣ καὶ ἐκλήθη Γῆ. καὶ διὰ τὸ κάλλος αὐτῆς φησὶν) ἐκάλεσαν τὴν ὁμώνυμον γῆν. ὁ δὲ τούτων πατὴρ ὁ Ὕψιστος ἐν συμβολῇ θηρίων τελευτήσας ἀφιερώθη, ᾧ χοὰς καὶ θυσίας οἱ παῖδες ἐτέλεσαν.